ΠΡΟΣΕΥΧΕΣ ΓΙΑ ΔΙΑΦΟΡΕΣ ΠΕΡΙΠΤΩΣΕΙΣ

 ΕΥΧΗ ΔΙΑ ΤΗΝ ΑΠΑΛΛΑΓΗ ΑΠΟ ΤΟΝ ΘΥΜΟΝ.

Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ, ὁ πρᾳΰς καὶ ταπεινὸς τῇ καρδίᾳ, κατάπεμψον κατὰ τὸ μέγα καὶ πλούσιον ἔλεός σου καὶ ἐν ταῖς καρδίαις ἡμῶν τὸ πνεῦμα τῆς εἰρήνης καὶ τῆς πραότητος, ἵνα εἰρηνεύοντες ἐκ τοῦ κακίστου πάθους τοῦ θυμοῦ, μνημονεύομεν ἀεὶ τοῦ ἐνδόξου καὶ φοβεροῦ ὀνόματος σου μετὰ καρδίας γαληνιώσης. Ἰησοῦ, τὸ ἀρνίον τὸ ἄκακον, τὸπροσφερόμενον ἐνώπιον τοῦ οὐρανίου Πατρὸς θυσία ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων, ἐπάκουσον ἡμῶν ἐν τῇὥρᾳ ταύτῃ δεομένων σου καὶ ἐλευθέρωσον ἡμᾶς ἐκ τοῦ φοβεροῦ τοῦ θυμοῦ πάθους, διότι ἀπολλύμεθα ἐξ αὐτοῦ καὶδὲν δυνάμεθα ποτὲ να ἀφιερωθῶμεν εἰς τὴν ἀγάπην σου καὶ εἰς τὸ θέλημά σου τὸ ἅγιον, ἐνόσω ὑπὸ τοῦ πάθους τούτου κατεχόμεθα. Ἰησοῦ ἀνεξίκακε, ὁ ἐπὶ τοῦ Σταυροῦ ὑπὲρ τῶν σταυρωσάντων σε πρὸς τὸν οὐράνιόν σου Πατέρα προσευχόμενος, ποίησον καὶ ἡμᾶς τοιούτους, ὥστε να προσευχόμεθα ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ κακοποιούντων ἡμᾶς,ἵνα οὕτω γενώμεθα μιμηταί σου καὶ δοξάζεται καὶ δι΄ ἡμῶν τὸ Πανάγιον Ὄνομά σου, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε ῥῦσαι με ἀπὸ θυμοῦ καὶ ὀξυχολίας, καὶ δώρησαί μοι πραότητα καὶ μακροθυμίαν. Κύριε, ῥῦσαι με ἀπὸ τοῦψεύδους καὶ τῆς καταλαλιᾶς καὶ τῆς κατακρίσεως, καὶ δώρησαί μοι ἐν πάσῃ ἀλήθειᾳ καὶ συμπαθείᾳ προσέχειν καὶὁμιλεῖν ἐν τῷ συντυγχάνειν με τοῖς ἀδελφοῖς μου. Κύριε, ῥῦσαι με ἀπὸ τῆς καυχήσεως καὶ τῆς ἀργολογίας καὶ δώρησαί μοι ταπείνωσιν καὶ σιωπήν. Κύριε, ῥῦσαι με ἀπὸ τῶν παραπτωμάτων τῆς γλώττης μου, ὅτι καθ΄ ἑκάστην ἁμαρτάνω δι΄ αὐτῆς ὁ τάλας καὶ οὐκ αἰσθάνομαι. Κύριε, ῥῦσαι με ἀπὸ τῆς ὀλεθρίου κενοδοξίας καὶ καθάρισόν με ἀπὸ τῶν κρυφίων μου. Κύριε, δώρησαί μοι ταπεινοφροσύνην βαθεῖαν, ἀήττητον καὶ κατάνυξιν τῇ καρδίᾳ μου, ὅπως κλαύσω τὰς ἀνομίας μου καὶ ἐξάλειψον πάσας τὰς ἁμαρτίας μου, καὶ ἐν μετανοίᾳ ἀληθεῖ καὶ ἐξομολογήσει, καὶ ἐν συνειδότι ἀκαταγνώστῳκαὶ ἐν πίστει καθαρᾷ καὶ ἀμωμήτῳ τὴν ἐμὴν εὐδόκησον τελευτήν. Πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.

ΕΥΧΗ ΔΙΑ ΑΠΑΛΛΑΓΗΝ ΤΩΝ ΑΙΣΧΡΩΝ ΛΟΓΙΣΜΩΝ.

Δέσποτα Κύριε ὁ Θεός μου, οὐ ἐν χερσὶν οἱ κλῆροί μου, ἀντιλαβοῦ μου κατὰ τὸ ἔλεός σου, καὶ μὴ ἐάσῃς με συναπολέσθαι ταῖς ἀνομίαις μου, μηδὲ τῷ θελήματι ἐπακολούθησαι τῆς ἐπιθυμούσης σαρκός μου κατὰ τοῦπνεύματος. Πλάσμα σόν εἰμι, μὴ παρίδῃς ἔργον χειρῶν σου, μὴ ἀποστραφῇς, οἴκτειρον, ἀλλὰ μὴ ἐξουδενώσῃς, μηδὲὑπερίδῃς με, Κύριε, ὅτι ἀσθενὴς εἰμι, ὅτι πρὸς σὲ κατέφυγον τὸν σκεπαστήν μου Θεόν.Ἴασαι τὴν ψυχήν μου, ὅτιἥμαρτόν σοι, σῶσον με ἕνεκεν τοῦ ἐλέους σου, ὅτι ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ νεότητός μου· αἰσχυνθήτωσαν οἱ ἐπανισταμένοί μοι καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες με ἐξῶσαι ἀπὸ σοῦ διὰ πράξεων ἀσέμνων, διὰ λογισμῶν ἀπρεπῶν, δι΄ ἐνθυμήσεωνἀσυμφόρων. Ἀπέλασον ἀπ΄ ἐμοῦ πᾶσαν ῥυπαρίαν, κακίας περίσσευμα, ὅτι σὺ εἶ μόνος ἅγιος, μόνος ἰσχυρός, μόνοςἀθάνατος, κατὰ πάντα ἔχων τὴν δυναστείαν ἀνείκαστον, καὶ διὰ σοῦ δίδοται πᾶσιν ἡ κατὰ τοῦ διαβόλου καὶ τῆς αὐτοῦ στρατιᾶς ἰσχύς. Ὅτι πρέπει σοὶ πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δέσποινα Θεοτόκε, ἡ ἐλπίς μου, καὶ καταφυγή μου, σὺ γινώσκεις τοὺς λογισμούς μου καὶ τὰς πράξεις μου καὶ τὴνἀσθένειαν τῆς ταπεινῆς μου φύσεως, καὶ σοὶ τὴν ἐμὴν ψυχὴν παριστῶ ῥερυπωμένην πολλαῖς ἁμαρτίαις καὶ λογισμοῖςἀτόποις. Σύ, Δέσποινα, βλέπεις τὰ ἕλκη τῶν τραυμάτων τῆς ἐμῆς ψυχῆς, Σύ, Δέσποινα, βλέπεις τὰ ἕλκη τῶν τραυμάτων τῆς ἐμῆς ψυχῆς, σὺ τὴν ἴασιν βράβευσον, ἐπιχέουσα ῥανίδα τῆς σῆς φιλανθρώπου συμπαθείας. Ἐπίβλεψον, Δέσποινά μου Θεοτόκε, καὶ εὐμενὴ ποίησον μετ΄ ἐμοῦ τὸν σὸν Υἱὸν καὶ Θεόν, τὸν μέλλοντα δημοσιεύειν ἐνώπιον Ἀγγέλων καὶἀνθρώπων τοὺς πονηρούς μου λογισμοὺς καὶ ἐνθυμήσεις καὶ πράξεις. Δέχεταί σε ὡς Μητέρα ὁ φιλάνθρωπος, ὑπὲρ ψυχῆς ἁμαρτωλοῦ καὶ ἀπεγνωσμένης πρεσβεύουσαν, ὡς καταφυγὴν καὶ μεσίτριαν τῶν ἁμαρτωλῶν. Ἐλέησόν με τὸν χειμαζόμενον τῷ πελάγει τῶν πειρασμῶν, τὸν θαῤῥοῦντα τῷ σῷ ἐλέει καὶ τῇ συμπαθεῖ προστασίᾳ, τὸν ἐπιῤῥίπτοντα διὰ παντὸς τὸ τῆς ψυχῆς ὄμμα εἰς τὸ πλῆθος τῶν σῶν οἰκτιρμῶν, καὶ προσφέροντά σοι στεναγμὸν ἐκ καρδίας συντετριμμένης. Μὴ παύσῃ ὑπὲρ ἐμοῦ πρεσβεύουσα τοῦ ταπεινοῦ καὶ ἀθλίου, ἵνα διὰ τῆς σῆς ἀντιλήψεως ἀξιωθῶσυγχωρήσεως τῶν πολλῶν μου δεινῶν πράξεων. Σὲ γὰρ ἐπὶ τούτου καταφυγὴν τῶν ἁμαρτωλῶν ἔθετο ὁ Υἱὸς σου καὶΘεὸς ἡμῶν, ὁ πάσης κτίσεως δημιουργός. Καὶ ἵνα διὰ τῆς σῆς πρὸς αὐτὸν μεσιτείας τυχῶν σωτηρίας, μεγαλύνω καὶδοξάζω τὸ ὑπεράγιον καὶ ὑπέρτιμον ὄνομα, σοῦ τῆς ὑπερευλογημένης καὶ ὑπεράγνου Θεομήτορος, τῆς Πανενδόξου Παντανάσσης, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία, Δέσποινα Θεοτόκε ἡ μόνη καθαρωτάτη ψυχὴ τε καὶ σώματι, ἡ μόνη κατοικητήριον ὅλη γενομένη τῆς ὅλης χάριτος τοῦ παναγίου Πνεύματος, καντεῦθεν καὶ αὐτὰς τὰς ἀΰλους καὶ ἀγγελικὰς Δυνάμεις ἀσυγκρίτως ὑπερβᾶσα τῇκαθαρότητι καὶ τῷ ἁγιασμῷ τῆς ψυχῆς καὶ τοῦ σώματος. Ἔπιδε ἐπ΄ ἐμὲ τὸν ἐναγὴ καὶ ἀκάθαρτον καὶ ῥερυπωμένον καὶψυχὴν καὶ σῶμα τῷ μολυσμῷ τῆς ἐμπαθοῦς καὶ ἐνηδόνου ζωῆς μου. Κάθαρόν μου τὴν ἐμπαθῆ διάνοιαν καὶ ἄγνισον, διόρθωσόν μου τοὺς πεπλανημένους καὶ τετυφλωμένους λογισμούς, ῥύθμισον καὶ παιδαγώγησόν μου τὰς αἰσθήσεις,ἐλευθέρωσόν με τῆς τυραννούσης κακίας καὶ αἰσχρᾶς συνηθείας τῶν ἀκαθάρτων προλήψεων καὶ παθῶν. Στῆσόν μου πᾶσαν τὴν κατ΄ ἐνέργειαν ἁμαρτίαν, καὶ δώρησαί μοι νήψιν καὶ διάκρισιν τῷ ἐσκοτισμένῳ καὶ ταλαιπώρῳ νοῒ πρὸς διόρθωσιν τῶν οἰκείων σφαλμάτων τε καὶ παραπτωμάτων, ἵνα τοῦ σκότους τῆς ἁμαρτίας ἀπαλλαγείς, καταξιωθῶδοξάζειν καὶ ἀνυμνεῖν ἐν παῤῥησίᾳ, σέ τὴν μόνην ἀληθινὴν Μητέρα τοῦ ἀληθινοῦ φωτός, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ὅτι μόνη σὺν αὐτῷ καὶ δι΄ αὐτοῦ εὐλογημένη καὶ δεδοξασμένη ὑπάρχεις ὑπὸ πάσης τῆς ἀοράτου καὶ ὁρατῆς κτίσεως, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, Λόγε τοῦ Θεοῦ ἀθάνατε, ὁ τῶν μεγίστων φύσεων τεχνίτης καὶ κυβερνήτης, τὸ φῶς τῆςἀληθείας, ὁ τοῦ σκότους τῆς ἀγνοίας διώκτης, ἡ λαμπρότης τῶν νηφαλίων ψυχῶν, ἡ παγκόσμιος χαρὰ τῶν ὀρθοδόξων,ἡ ἡδύτης τῶν Ἀγγέλων καὶ τῶν ψυχῶν, ὁ ὅλος ὢν κάλλος ἀκόρεστον, ὁ ὅλος ὡς γλυκασμὸς , ὁ ὅλος ὢν ἐπιθυμία καὶἔφεσις, ὁ τῆς κατὰ νοῦν ἀντιλήψεως ἄφθονος ὄλβος τοῖς γνησίως σοι διακειμένοις, ὁ φύσει ἀγαθὸς καὶ εὔσπλαγχνος καὶ ἐλεήμων, ἀποδίωξον ἀπ΄ ἐμοῦ τοῦ ταλαιπώρου τοὺς παρενοχλοῦντας μοι λογισμούς. Σὺ γὰρ ἐπίστασαι, καρδιογνῶστα, ὁ θεωρῶν τὰ κρυπτὰ τῆς καρδίας μου, ὅτι ἀκούσιά μου εἰσι. Συγχώρησόν μοι, Δέσποτα τῶν ἁπάντων, καὶ μὴ γενέσθωσάν μοι εἰς σύνταγμα ἁμαρτίας, ἀλλ΄ ἵλεώς μοι γενόμενος, ἐξαπόστειλον τὴν χάριν σου ἐξ ἁγίου θρόνου δόξης σου, καὶ ἐπεσκίασον τῇ ἀσθενείᾳ μου τοῦ ἀχρείου δούλου σου. Ἀμήν.


Προσευχή π. Μαξίμου

Σχέδιο Ἁπλῆς καὶ Ἐγκαρδίου Προσευχῆς, Ἀνάλυση ἢ «Παραλλαγές» τοῦ «Ἐλέησόν με».
Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτος εἶμαι ἐγὼ - ὡς θέλεις καὶ ὡς οἶδας, -διὰ τῶν εὐχῶν τῆς Παναγίας σου Μητρός, τοῦ Ἁγίου Νικολάου καὶ τῶν Ἁγίων Πάντων- ἐλέησόν με τὸν ἁμαρτωλὸ καὶ ταλαίπωρο. Σὲ παρακαλῶ παρὰ πολύ, λυπήσου με, Χριστέ μου. Συχώρεσε ὅλες μου τὶς ἐν λόγῳ, ἔργῳ καὶ κατὰ διάνοιαν ἁμαρτίες ἀπὸ τὴ γέννησή μου μέχρι τὴ στιγμὴ αὐτή, ὅλα μου τὰ λάθη καί τὶς παραλείψεις, τὴν ἄγνοια καὶ τὴ νεότητά μου.

Ὦ Κύριε Ἰησοῦ Χριστέ μου, σὲ ἱκετεύω, προστάτεψέ με ἀπὸ τὴν πλάνη, ἀπὸ πάσης ἐπηρείας τοῦ Πονηροῦ, ἀπὸ τὰ πάθη καί τὶς ἀδυναμίες μου. Δός μου τὴ δύναμη καὶ τὴ θέληση νὰ μὴν ξαναμαρτήσω ποτέ. Προστάτεψέ με ἀπὸ τοὺς λογισμοὺς τῆς πονηρίας καὶ τῆς ματαιοδοξίας, ἀπὸ τὴν ἀργολογία καὶ τὴν κατάκριση. Ἄνοιξε τὰ μάτια τῆς ψυχῆς μου - φώτισε τὸ σκοτάδι τοῦ νοός μου. Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, κἂν θέλω, κἂν μὴ θέλω, σῶσόν με. Σὲ θερμοπαρακαλῶ, μὴν ἐπιτρέψῃς νὰ κολασθῶ - γλύτωσέ με ἀπὸ τὴ φρικτὴ θέα καὶ τὰ φοβερὰ νύχια τοῦ μισόκαλου Ἐχθροῦ. Δὲν θέλω, Χριστέ μου, νὰ χωρισθῶ ποτέ ἀπὸ κοντά σου, ἀπὸ τὴν εὐλογία καὶ τὸν φωτισμό σου, ὅπου ἀναπαύεται κι εὐφραίνεται ἡ ψυχή μου.

Ὦ Κύριέ μου, δός μου μετάνοια. Πάρε με κοντά σου σὲ καλὴ ὥρα, νὰ ἀπολαύσω τὸ ἄῤῥητο φῶς καὶ τὰ αἰώνια ἀγαθά σου. Παραχώρησέ μου κατ΄ ἄκραν οἰκονομία καὶ συγκατάβαση, τὸν ἔσχατο τόπο τοῦ Παραδείσου. O Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Μνήσθητί μου, Κύριε, ἐν τῇ Βασιλείᾳ σου. Οἰκονόμησέ με, Χριστέ μου - ἐλάφρυνε τὸν σταυρό μου - δός μου δύναμη νὰ τὸν σηκώσω ἀνδρεία καὶ ὑπομονετικά. Μὴν ἐπιτρέψῃς νὰ περιπλανηθῶ σὲ δρόμους ἀπωλείας - φύλαξε μὲ ἀπὸ τὴ μὴ κατὰ Θεὸν λύπη - μὴν ἀφήσῃς νὰ μὲ παρασύρη ὁ ἄθεος καὶ μάταιος κόσμος.

Λυπήσου με, Χριστέ μου, Σωτῆρα καὶ Λυτρωτά μου, μὴ μ᾿ ἐγκαταλείψῃς ποτέ. Δός μου πίστη δυνατὴ καὶ προσευχὴ καθαρή, ταπείνωση καὶ διάκριση, σύνεση καὶ φρονήση, εὐλάβεια καὶ κατάνυξη, θεῖο ζῆλο νὰ τηρῶ τὶς ἐντολές σου καὶ ἀγάπη ἀνιδιοτελὴ πρὸς ὅλους τοὺς ἀνθρώπους. Φώτισέ με νὰ γνωρίσω τὴν ἀθλιότητά μου - δός μου δάκρυα νὰ κλάψω τὶς ἁμαρτίες μου. Δός μου ἀνδρεία καὶ ἀντοχὴ σωματικὴ καὶ πνευματική. Δός μου θάῤῥος, ἐλπίδα, αἰσιοδοξία, αὐτογνωσία, αὐτομεμψία, αὐτοπεποίθηση. Γέμισέ με χάρες κι εὐλογίες. Μὲ τὴν εὐλογία σου καὶ τὴ συμπαραστάσή σου, κάνε με ἄξιο τῶν καιρῶν δοῦλό σου. Χρησιμοποίησέ με γιὰ τὴ σωτηρία καὶ ἄλλων ἀδελφῶν. Φώτισε τὸν πνευματικό μου Πατέρα νὰ μὲ οἰκονομεῖ καὶ νὰ μὲ ὁδηγεῖ σωστά. Γνώρισέ μου συνεργάτες καλοὺς καὶ φίλους πνευματικούς.

Ὦ Κύριε Ἰησοῦ Χριστέ, ἐλέησε καὶ προστάτεψε ὅλους τοὺς Ὀρθοδόξους Χριστιανούς, φώτισε τοὺς ἁπανταχοῦ τῆς γῆς ΄Ἕλληνες νὰ φροντίσουνε γιὰ τὴν Αἰωνιότητα μέσῳ τῆς Ὀρθοδόξου Ἐκκλησίας μας, εἰρήνευσε τὸν κόσμον ὅλον καὶ ὁδήγησέ τονε κοντά σου. Μνήσθητι, Κύριε, καὶ πάντων τῶν ἐντειλαμένων ἑμοὶ τῷ ἀναξίῳ εὔχεσθαι ὑπὲρ αὐτῶν. Ὁδήγησε στὴ σωτηρία ὅσους μὲ ἀγαποῦν ἢ μισοῦν, καὶ ὅσους μὲ ἔχουν ἀδικήσει. Προστάτεψε ἀπὸ τοὺς ἐχθροὺς καὶ τὸν Ἀντίχριστο τὴν Πατρίδα μας καὶ τοὺς ἀδικουμένους. Οἰκονόμησε τὶς χῆρες, τὰ ὀρφανά, τοὺς νέους, τοὺς φτωχούς, τοὺς πολυτέκνους, τοὺς ἀσθενεῖς, τοὺς κατακοίτους, τοὺς ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ τοὺς ὅπου γῆς ἀλυτρώτους ἀδελφούς μου. Φώτισε κι εὐλόγησε τοὺς Ὀρθοδόξους Κληρικοὺς καὶ Μοναχούς. Ἀνάπαυσε ὅλους τοὺς Ὀρθοδόξους Χριστιανούς, τοὺς ἀπὸ περάτων ἕως περάτων τῆς Οἰκουμένης καὶ ἀπ΄ ἀρχῆς μέχρι τῶν ἐσχάτων κεκοιμημένους. Μνήσθητι, Κύριε, καὶ τῶν δούλων Σου (μνημονεύουμε ὀνόματα).

Πανάγιον Πνεῦμα, θησαυρὲ τῶν ἀγαθῶν καὶ πανταχοῦ παρόν, ἡ θεία Χάρις ἡ τὰ ἀσθενῆ θεραπεύουσα καὶ τὰ ἐλλείποντα ἀναπληροῦσα, Παράκλητε ἀγαθέ, ἐλθὲ καὶ σκήνωσον ἐν ἑμοὶ τῷ ἁμαρτωλῷ, γέμισέ με χάρες κι εὐλογίες, καὶ κάνε με ἄξιο τῶν καιρῶν δοῦλό σου. Ἄνοιξε τὰ μάτια τῆς ψυχῆς μου, φώτισε τὸ σκοτάδι τοῦ νοός μου, θρόνιασε μέσα στὴν καρδία μου τὴ θεία χάρη Σου, γιὰ νά΄μαι στέρεος στὴν πίστη και στην αρετή καὶ πλήρης θείου φωτισμοῦ.

Ὦ Χριστὲ καὶ Παναγία μου! Σὲ ὑπερευχαριστῶ, ποὺ μὲ ἔφερες στὸ δρόμο τῆς σωτηρίας καὶ χαίρεται ἡ ψυχή μου. Σ΄εὐχαριστῶ γιὰ ὅλα τὰ καλά πού μοῦ ΄χεις δώσει, ποὺ τὰ ξέρω ἢ δὲν τὰ ξέρω. Σ΄ εὐχαριστῶ, Χριστέ μου, καὶ γιὰ ὅλα τὰ κακά, ποὺ ἀπὸ ἀγάπη ἔχεις ἐπιτρέψει νὰ πάθω γιὰ τὴν ὠφέλεια τῆς ψυχῆς μου. Πάντων ἕνεκεν ἂς εἶναι δοξασμένο τὸ ἅγιο ὄνομά Σου. Δόξα Σοι, Κύριε Παντοδύναμε. Δόξα Σοι, αἰώνιε Βασιλεῦ. Τριὰς Ἁγία, δόξα Σοι!

Πρωινή Προσευχή π. Σωφρονίου

Αἰώνιε Κύριε, Δημιουργὲ τῶν ἁπάντων,
ὁ καλέσας μὲ εἰς τὴν ζωὴν ταύτην τῇ ἀνεξερευνήτῳ Σου ἀγαθότητι·
ὁ δούς μοι τὴν Χάριν τοῦ Βαπτίσματος καὶ τὴν σφραγῖδα τοῦ Ἁγίου Πνεύματος·
ὁ κοσμήσας με τῇ ἐπιθυμίᾳ τοῦ ἀναζητεῖν Σε, τὸν μόνον ἀληθινὸν Θεόν, ἐπάκουσον τῆς δεήσεώς μου.
Ὁ Θεός μου, οὐκ ἔχω ζωήν, φῶς, χαράν, σοφίαν, δύναμιν ἄνευ Σοῦ.
Ἀλλὰ Σὺ εἶπας τοῖς μαθηταῖς Σου: «Πάντα ὅσα ἐὰν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες, λήψεσθε».
Ὅθεν τολμῶ ἐπικαλεῖσθαι Σε: Καθάρισόν με ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος.
Δίδαξόν με πῶς δεῖ προσεύχεσθαι.
Εὐλόγησον τὴν ἡμέραν ταύτην ἣν ἐχάρισάς μοι, τῷ ἀναξίῳ δούλῳ Σου.
Ἰκάνωσόν με τῇ δυνάμει τῆς Χάριτός Σου ἀδιαλείπτως ὁμιλεῖν καὶ ἐργάζεσθαι πρὸς τὴν Σὴν δόξαν ἐν πνεύματι καθαρότητος, ταπεινώσεως, ὑπομονῆς, ἀγάπης, εὐγενείας, εἰρήνης, ἀνδρείας καὶ σοφίας, ἐπιγινώσκειν ἀεὶ τὴν ἁπανταχοῦ παρουσίαν Σου.
Κύριε ὁ Θεός, δεῖξόν μοι τὴν ὁδὸν τοῦ θελήματός Σου ἐν τῇ ἀπείρῳ Σου ἀγαθότητι καὶ ἀξίωσόν με πορεύεσθαι ἐνώπιόν Σου χωρὶς ἁμαρτίας.
Καρδιογνῶστα Κύριε, Σὺ ἐπιγινώσκεις πᾶσάν μου ἔνδειαν, Σὺ γινώσκεις τὴν τυφλότητα καὶ τὴν ἄγνοιάν μου, Σὺ γινώσκεις τὴν ἀστάθειαν καὶ τὴν διαφθορὰν τῆς ψυχῆς μου.
Ἀλλ᾿ οὐδ᾿ ὁ πόνος οὐδ᾿ ἡ ἀγωνία ἡ ἐμὴ κεκρυμμένα Σοὶ τυγχάνει.
Ἐπάκουσον τῆς δεήσεώς μου καὶ δίδαξόν με τῷ Πνεύματί Σου τῷ Ἁγίῳ, ὁδὸν ἐν ᾗ πορεύσομαι.
Μὴ ἐγκαταλείψης με, ὅτι ἡ διεφθαρμένη μου θέλησις ὁδηγήση μὲ πρὸς ἄλλας ὁδούς, ἀλλὰ βιαίως ἐπανάγαγε μὲ πρὸς Σέ.
Δός μοι, τῇ δυνάμει τῆς Σῆς ἀγάπης, στερεωθήναι με εἰς τὸ ἀγαθόν.
Φύλαξόν με ἀπὸ παντὸς λόγου ἢ ἔργου ψυχοφθόρου, ἀπὸ πάσης ἐσωτερικῆς καὶ ἐξωτερικῆς κινήσεως μὴ εὐαρέστου ἐνώπιόν Σου καὶ ἐπιβλαβοῦς διὰ τὸν ἀδελφόν μου.
Δίδαξόν με πως δεῖ καί τι μὲ δεῖ λαλεῖν.
Ἐὰν τὸ Σὸν θέλημά ἐστι τοῦ μὴ ἀποκριθῆναι με δός μοι πνεῦμα εἰρηναίας σιωπῆς, ἀλύπου καὶ ἀκινδύνου διὰ τὸν ἀδελφόν μου.
Νομοθέτησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν Σου καὶ ἕως ἐσχάτης μου ἀναπνοῆς μὴ ἐπιτρέψῃς παρεκκλίναι μὲ ἀπὸ τοῦ Φωτὸς τῶν προσταγμάτων Σου, ἕως ὅτου καταστῶσιν ὁ μοναδικὸς νόμος πάσης ὑπάρξεώς μου, προσκαίρου τε καὶ αἰωνίου.
Δέομαί Σου ὁ Θεὸς ἐλέησόν με.
Λύτρωσαί με ἀπὸ τῆς θλίψεως καὶ ἀθλιότητός μου καὶ μὴ ἀποκρύψης ἀπ᾿ ἐμοῦ τὴν ὁδὸν τῆς σωτηρίας. Ἐν τῇ ἀφροσύνῃ μου, ὁ Θεός, περὶ πολλῶν καὶ μεγάλων δέομαί Σου, γινώσκων ἀεὶ τὴν ἐμὴν κακότητα, τὴν ἀδυναμίαν καὶ φαυλότητα κράζω Σοι: ἐλέησόν με.
Μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ Προσώπου Σου ἕνεκεν τῆς ἀλαζονείας μου.
Δὸς καὶ αὔξησον ἐν ἑμοὶ τῷ ἀχρείῳ τὴν δύναμιν τοῦ ἀγαπᾶν Σε, κατὰ τὰς ἐντολάς Σου, ἐξ ὅλης τῆς καρδίας μου, ἐξ ὅλης τῆς ψυχῆς μου, ἐξ ὅλης τῆς διανοίας μου, ἐξ ὅλης τῆς ἰσχύος μου, καὶ δι᾿ ὅλου τοῦ εἶναί μου.
Ναί, ὁ Θεός, δίδαξόν με δικαίαν κρίσιν καὶ γνῶσιν τῷ Πνεύματί Σου τῷ Ἁγίῳ.
Δός μοι τοῦ γνῶναι τὴν Ἀλήθειάν Σου προτοῦ μὲ ἀπελθεῖν ἐκ τῆς ζωῆς ταύτης.
Παράτεινον τὰς ἡμέρας τῆς ζωῆς μου ἕως ὅτου Σοὶ προσφέρω μετάνοιαν ἀληθινήν.
Μὴ ἀναγάγῃς μὲ ἐν ἡμίσει ἡμερῶν μου μηδὲ ἐν ω ὁ ἐμὸς νοῦς τετυφλωμένος ἐστί.
Καὶ ὅταν εὐδοκήσης ἐλθεῖν τὸ τέλος τῆς ζωῆς μου προγνώρισόν μοι τὸν θάνατον, ἵνα ἡ ψυχή μου ἐτοιμασθὴ πρὸς συνάντησίν Σου.
Ἔσο μετ᾿ ἐμοῦ, Κύριε, ἐν ἐκείνῃ τῇ ὥρᾳ τῇ φοβερᾷ καὶ ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ Σωτηρίου Σου.
Καθάρισόν με ἀπὸ παντὸς ἁμαρτήματος φανεροῦ καὶ ἀποκρύφου, ἀπὸ πάσης ἀνομίας κεκρυμμένης ἐν ἑμοὶ καὶ δώρησόν μοι καλὴν ἀπολογίαν ἐνώπιον τοῦ φοβεροῦ βήματός Σου. Ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ τὴν ἄμετρον φιλανθρωπίαν Σου, ἐπάκουσον τῆς δεήσεώς μου.

Τρισάγιον

Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.
Δόξα σοι ο Θεός ημών, δόξα σοι.
Βασιλεύ ουράνιε, Παράκλητε, το πνεύμα της αληθείας, ο πανταχού παρών και τα πάντα πληρών, ο θησαυρός των αγαθών και ζωής χορηγός, ελθέ και σκήνωσον εν ημίν και καθάρισον ημάς απο πάσης κηλίδος και σώσον Αγαθέ τας ψυχάς ημών.

Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς. (τρείς φορές).

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία τριάς, ελέησον ημάς.Κύριε ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν. Άγιε, επίσκεψε και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματος σου.

Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Πάτερ ημών, ο εν τοίς ουρανοίς, αγιασθήτω το όνομα Σου, ελθέτω η βασιλεία Σου, γενηθήτω το θέλημα Σου ως εν ουρανω και επι της γής.Τον άρτον ημών τον επιούσιον δός ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών, και μη εισενέγκης ημάς εις πειρασμόν αλλα ρύσαι ημάς απο του πονηρού.


ΕΥΧΗ ΒΑΣΚΑΝΙΑΣ


Εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Δόξα σοί ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ οὐράνιε, παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν, καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος, καί σῶσον, Ἀγαθέ, τάς ψυχᾶς ἠμῶν.
Δόξα Πατρί, καί Υἱῶ καί ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἠμᾶς, Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψαι καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί, καί Υἱῶ καί ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου, ἔλθετω ἡ βασιλεία σου, γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῶ καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν, ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Δί’ εὐχῶν τῶν ἅγιων Πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἠμῶν, ἐλέησον ἠμᾶς. Ἀμήν.
Καί τά παρόντα τροπάρια, ἦχος πλ. δ'.

Κύριε, ὅπλον κατά τοῦ διαβόλου, τόν Σταυρόν σου ἠμίν δέδωκας, φρίττει γάρ καί τρέμει, μή φέρων καθορᾶν αὐτοῦ τήν δύναμιν. Ὅτι νεκρούς ἀνιστά, καί θάνατον κατήργησε. Διά τοῦτο προσκυνοῦμεν, τήν ταφήν σου καί τήν ἔγερσιν.
Ἅγιοι Ἀνάργυροι καί θαυματουργοί, ἐπισκέψασθε τάς ἀσθενείας ἠμῶν, δωρεάν ἐλάβετε, δωρεάν δότε ἠμίν.
Ἀθλοφόρε ἅγιε καί ἰαματικέ Παντελεήμων, πρέσβευε τῷ ἐλεήμονι Θεῶ, ἴνα πταισμάτων ἄφεσιν, παράσχη ταῖς ψυχαῖς ἠμῶν.
Μέγαν εὔρατο ἐν τοῖς κινδύνοις, σέ ὑπέρμαχον ἡ οἰκουμένη, ἀθλοφόρε τά ἔθνη τροπούμενον. Ὡς οὔν Λυαίου καθεῖλες τήν ἔπαρσιν, ἕν τῷ σταδίω θαρρύνας τόν Νέστορα, οὕτως ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἤμιν τό μέγα ἔλεος.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.
Και την παρούσαν Ευχήν.

Κύριε ὁ Θεός ἠμῶν, ὁ Βασιλεύς τῶν αἰώνων, ὁ Παντοκράτωρ καί Παντοδύναμος, ὁ ποιῶν πάντα καί μετασκευάζων μόνω τῷ βούλεσθαι, ὁ ἐν τήν ἑπταπλάσιον καμίνον καί τήν φλόγα τήν ἐν Βαβυλώνι εἰς δρόσον μεταβαλων καί τούς ἁγίους σου τρεῖς παίδας σώους διαφύλαξας, ὁ Ἰατρός καί Θεραπευτής τῶν ψυχῶν ἠμῶν, ἡ ἀσφάλεια τῶν εἰς σέ ἐλπιζόντων, σού δεόμεθα καί σέ παρακαλοῦμεν, ἀποστησον, φυγάδευσον καί ἀπέλασον πάσαν διαβολικήν ἐνέργειαν, πάσαν σατανικήν ἕφοδο καί πάσαν ἐπιβουλήν, περιέργειαν τέ πονηρᾶν καί βλάβην καί ὀφθαλμῶν βασκανίαν τῶν κακοποιῶν καί πονηρῶν ἀνθρώπων ἀπό τοῦ δούλου σου ( τοῦδε) καί ἤ ὑπό ὡραιότητος ἤ ἀνδρείας ἤ εὐτυχίας ἤ ζήλου καί φθόνου ἤ βασκανίας συνέβη, αὐτός, φιλάνθρωπε Δέσποτα, ἔκτεινον τήν κραταίαν σου χείρα καί τόν βραχίονά σου τόν ἰσχυρόν καί ὕψιστον καί ἐπισκόπων ἐπισκόπησον τό πλάσμα σου τοῦτο, καί καταπεμψον αὐτῶ ἄγγελον κραταιόν, εἰρηνικόν, ψυχῆς καί σώματος φύλακα, ὅς ἐπιτιμήσει καί ἀπελάσει ἀπ’ αὐτοῦ πάσαν βλάβην, πάσαν πονηρᾶν βουλήν, πάσαν φαρμακείαν καί βασκανίαν τῶν φθονερῶν ἀνθρώπων, καί ὑπό σου ὁ σός ἱκέτης φρουρούμενος μετ’ εὐχαριστίας ψάλλει σοί, Κύριος ἐμοί βοηθός καί οὐ φοβηθήσομαι τί ποιήσει μοί ἄνθρωπος, καί πάλιν οὐ φοβηθήσομαι κακά, ὅτι σύ μετ’ ἐμοῦ εἰ ὅτι σύ εἰ ὁ Θεός, κραταίωμά μου, ἰσχυρός, ἐξουσιαστής, ἀρχῶν εἰρήνης, Πατήρ τοῦ μέλλοντος αἰῶνος. Ναί, Κύριε ὁ Θεός ἠμῶν, φεῖσαι τοῦ πλάσματός σου, καί ρύσαι τόν δοῦλο σου (δείνα) ἀπό πάσης βλάβης, ἀπό πάσης ἐπηρείας καί ἀπό πάσης βασκανίας καί ἀνώτερον αὐτόν καί ἠμᾶς παντός κακοῦ διαφύλαξον, πρεσβείαις τῆς ὑπερευλογημένης ἐνδόξου, Δεσποίνης ἠμῶν Θεοτόκου καί ἀειπαρθένου Μαρίας, τῶν φωτοειδῶν Ἀρχαγγέλων καί πάντων σου τῶν ἁγίων. Ἀμήν.
Δί’ εὐχῶν τῶν ἁγίων Πατέρων ἠμῶν Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἠμῶν, ἐλέησον ἠμᾶς. Ἀμήν.

Η ευχή δε της βασκανίας διαβάζεται μόνο από ιερέα και όχι από λαϊκούς.


Η Ευχή της Φανουρόπιτας
Η Ευχή αυτή διαβάζεται προς τιμήν του Αγίου Φανουρίου.

Κύριε Ιησού Χριστέ, ο Ουράνιος Άρτος, ο της βρώσεως της μενούσης εις τον αιώνα πλουσιοπάροχος χορηγός, ο δοτήρ των αγαθών,
ο δέ Ηλιού τροφήν αγεώργητον πηγάσας, η ελπίς των απηλπισμένων, η βοήθεια των αβοηθήτων και σωτηρία των ψυχών ημών.
Ευλόγησον τα δώρα ταύτα και τους ταύτα σοι προσκομίσαντας, εις δόξαν σήν και τιμήν του αγίου ενδόξου μεγαλομάρτυρος Φανουρίου.
Παράσχου δέ, αγαθέ, τοις ευπρεπίσασι τους πλακούντας τούτους, πάντα τά εγκόσμια καί υπερκόσμια αγαθά σου.
Εύφρανον αυτούς εν χαρά μετά του προσώπου σου, δείξον αυτοίς οδούς προς σωτηρίαν. Τα αιτήματα τών καρδιών αυτών καί πάσαν
τήν βουλήν αυτών ταχέως πλήρωσον, οδηγών αυτούς προς εργασίαν τών εντολών σου, ίνα διά παντός εν ευφροσύνη καί αγαλλιάσει
υμνώσι καί δοξάσωσι το πάντιμον καί μεγαλοπρεπές όνομά σου, πρεσβείαις της υπερευλογημένης Θεοτόκου, του αγίου ένδοξου
νεομάρτυρος Φανουρίου, του Θαυματουργού, καί πάντων σου τών αγίων. Αμήν.


Δέσποτα Χριστέ, ο Θεός, ο τοις πάθεσί Σου τά πάθη μου θεραπεύσας,
και τοίς τραύμασί Σου τα τραύματά μου ιατρεύσας,
χάρισαί μοι τώ πολλά σοι πταίσαντι δάκρυα κατανύξεως,
συγκέρασόν μου τό σώμα, από οσμής του ζωοποιού σώματός Σου,
και γλύκανόν μου την ψυχή, τω σω τιμίω αίματι,
από της πικρίας, ήν με ο αντίδικος επότισεν.
Ύψωσόν μου τόν νούν πρός σέ, κάτω ελκυσθέντα,
καί ανάγαγέ με από του χάσματος της απωλείας,
ότι ούκ έχω μετάνοιαν, ούκ έχω κατάνυξιν, ούκ έχω δάκρυον παρακλητικόν,
τα επανάγοντά με τέκνα πρός ιδίαν κληρονομίαν.
Εσκότισμαι τόν νούν έν τοίς βιωτικοίς πάθεσι,
καί ούκ ισχύω ατενίσαι πρός Σέ έν οδύνη,
ού δύναμαι θερμανθήναι τοίς δάκρυσι τής πρός Σέ αγάπης.
Αλλά, Δέσποτα Κύριε Ιησού Χριστέ, ο θησαυρός των αγαθών,
δώρησαί μοι μετάνοιαν ολόκληρον,
καί καρδίαν επίπονον είς αναζήτησίν Σου,
χάρισαί μοι τήν χάριν Σου, καί ανακαίνισον έν εμοί τάς μορφάς τής σης εικόνος.
Κατέλιπόν Σε, μή εγκαταλίπης,
έξελθε είς αναζήτησίν μου, επανάγαγέ με πρός την νομήν Σου,
συναρίθμησόν με τοίς προβάτοις τής εκλεκτής Σου ποίμνης,
και διάθρεψόν με σύν αυτοίς έκ τής χλόης τών θείων Σου Μυστηρίων
πρεσβείες τής πανάγνου Μητρός Σου, καί πάντων των Αγίων Σου.
Αμήν.